De contemptu mortis(1621)–Daniël Heinsius– Auteursrechtvrij Vorige Volgende [pagina 109] [p. 109] [Τοιαῦτα τοίνυν τοῦ φόβου παυστήρια] ΤOιαῦτα τοίνυν τοῦ φόβου παυστήρια, Τοῦ πᾶσιν ἀνθρώποισιν ἐμπεφυκότος, Κείσθω παρ' ἡμῶν, τοῖς φιλοῦσιν ἐντυχεῖν. Κοινὸς γὰρ Ἑρμῆς, τῶν δ' ἀπαλλαγὴ κακῶν. Χρὴ δ' αὖ προθύμως, χρὴ δὲ γενναίως φέρειν Ἄφυκτον ὂν τὸ χρῆμα καὶ πεπρωμένον. Ἁπαξαπλῶς γὰρ ἥδ' ὁδὸς πορευτέα. Ὀυδ' ἐστι τὸ χρήσειον εἰσδεδορκότα, Ἠ λέκτορος φῶς, μὴ πάλιν καταστρέφειν Μοίρης ἀναιδοῦς τὰς πανυστάτας ὁδούς· Ὀυδ' εἰ σιδήρῳ τις κατάφρακτος δέμας Χαλκοκρότοισιν ἐγκαθειρχθείη δόμοις, Ἀπροσπέλαστος ὢν, κἀμάχητος φύσιν. Οὐδ' εἰ θεῶν ναοῖσίν ἑ κρύψας ἔχοι, Βωμοῖσιν εὐπέδιλον ἐγχρίμψας πόδα. Τῷ, μὴ φόβοισι μηδὲ δειλίαις λίαν Ἐξασθένει μοι μηδὲ θηλύνου κέαρ. Ὡς ἀστενάκτως ἀτρόμως τ' ἔχειν ἀεὶ, Ἄριστα τὸ ζῆν καὶ κακανδρίας ἄνευ Διατρέχοντας, ὡς γαληναίην ἅλα, Κέρδος φέρειν φάσκοιμι· τοὺς δ' ἄλλους λόγους Ὀυκ ἂν πριαίμην οὐδενὸς πρὸς τὸ φρονεῖν. Vorige Volgende