Auriacus, sive libertas saucia(1602)–Daniël Heinsius– Auteursrechtvrij Vorige Volgende Εις τον αυτον. ΚΕκρύφθαι ὅστις τῇδε Κλαύδιον δοκεῖ Τὸν φημὶ δεινὴν μωρίαν ὀφλισκάνειν. Ου Κλαύδιος μὰν, τοῖο δὲ νεκρὸς μόνον, Ὅσοντε χεῖρε χωρέειν ὀστῶν μέρος Χθονὸς βαθείης κεύθεται ἐν ἀγκαλῃς· Ως καὶ πάρος περ ἐν μέλεσσι· παντὶ γὰρ ‘Ζωόντι σῶμα σῆμα, καὶ τάφος πέλει. Βέβηκε τ' ἄλλα ξεῖν'. ἰὼν δὲ τ' ούμπαλιν’ Μέμνησο θείου ὢν ἄποικος οὐρανοῦ, Θεοῦ τ' ἀπορῥὼξ φέγγεος πάλαι γεγὼς. ‘Ὁρῶ γὰρ ἡμᾶς ἐνθάδ' οὐδὲν ἄλλο, πλὴν Πηλοῦ τε μοῖραν καὶ θεοῦ πεφυκότας.’ Vorige Volgende