Auriacus, sive libertas saucia(1602)–Daniël Heinsius– Auteursrechtvrij Vorige Volgende [pagina 85] [p. 85] Διονυσῳ τω αριστω και μαρωνι τῳ φιλοποτῃ τοιν της εναγωνιου τραγωδιας επισταταιν. Λῦτο δ' ἀγῶν Διόνυσε· Μάρων φίλε σοι δὲ μελήσει Σῶμα περ ἀργαλέῳ γήραϊ τειρομένῳ Στήσασθαι κρητῆρα βεβυσμένον ἡδέος ὄνου Βακχιάδος γλυκερῆς ἔγκυον ἐυφροσύνησ· Νοννιακῇς οἷον πάλαι ἐν σελίδεσσι πέπωκας Αμφὶ τάφον φίλου σευόμενος Σταφύλου. Ου τράγου ἐυπῶγωνος ἐμοὶ μέλει, οὐ μὰ δι' οὐδὲν, Λάτρις ἐγὼ Μουσῶν· τὶ τράγε σοι καὶ ἐμοι; Μοι τραγικοῦ περ ἀγῶνος ἀέθλια πινέμεν εἴη, Εκ δὲ πιὸντ' ἱεραῖς μαρνάμεναι λατάγαις. Γυμνασίῳ Βρομίοιο τάδε πρέπε· σὺν γὰρ ἀέθλῳ Αυσαμένῳ πᾶσαν φροντίδα λυσάμεθα. Τ' ἄλλα σοι οὖν ἀφίημι πάτερ· διψῶν γὰρ ἐγώ τοι Οὐ τράγον, ἀλλὰ μόνους φίλ' ἄγαμαι βατράχους. Δανιηλ Ἕινσιος. Vorige Volgende