Ιωσηπῳ Σκαλανῳ Ἰουλίου τοῦ πάνυ Δανιὴλ ὀ Ἑίνσιος εὖ πράττειν
Τὸν Ανάχαρσιν λέγεται, ὦ Διογενὲς, τὸ πρῶτον ἐκ Σκυθίας Αθήναζε παιδείας ἐπιθυμία τῆς Ἑλληνικιῆς ἀφικνούμενον, τῷ Τοξάρει,Σκύθῃ καὶ ἀυτῷ ὄντο καὶ ὃμοεθνεῖ Αθήνῃσιν ἐς λόγους ἐλθείν. Τόνδε, παιδείας τε ἅμα, καὶ θύσεως εὖ ἔχοντα, τἄλλα δὲ καὶ τῶν Αθηναίων λόγων οὐ παρέργως ἁπτομενον, οὐδὲ δυσπρόσοδον ὄντα, ὥς εἰκὸς ἄνδρα τῶν πολλῶν καὶ δημοτικῶν, τῶντε· ἐκεῖ ὀκταπόδων, (τοῦτο γὰρ τοῖς απόροις ἐν Σκύθαις τὄυνομα κεῖσθαι λόγος ἔχει) τὸν ἔρωτα τοῦτον καὶ ζῆλον φίλου ἀνδρὸς, ὅν οὐ πρὸ πολλοῦ ἤρα καὶ ἀυτὸς τὸν Ἑλλάδα ἰδεῖν, οὐδαμῶς ἐν παρέργῳ θέμενον, πολλὰ καλὰ κ' ἀγαθὰ ὑποθέασθαι· ὀυ μὴν ἀναδειξάμενον τἄλλα, οἵς ἐκεῖνον μάλιστα φιλοφρονούμενος [...]υνίει, εἰπόντα· δὲ μόνον· εἰ ἕνα μὲν, ὦ Φιλότης, τῶν τῇδε ἀνδρῶν φίλον κτήσαιο, εὐ ἴστθι πᾶσαν τὴν Ἑλλάδα οὐ μόνον ἔχων ἐν αὐτῳ, ἀλλὰ καὶ πάντα, τὰ παρ' Ἕλλησι θέας ἄξια ἰδῶν καὶ ἐμπορευόμενος, καὶ ταῦτα μὴν περὶ τοῦ Σόλωνος ὁ Σκύθης, ὀρθῶς γε λέγων ἐκεῖος. Εγὼ δὲ, ὅτε τὸ πρῶτον ἐπεδήμησα τῇ πόλει ταύτῃ, σοι κατὰ δαίμονα ἐντυχὼν, μονονουχὶ θεὸς ἐν ἀκαρεῖ χρόνου γεγενημένος ἔδοξα, πλὴν ἀλλὰ καὶ πάντων ὀλιγωρήσας, καὶ τῶν πάνυ τοῖς πολλοῖς περιβλέπτων καταγελάσας ἀτεχνῶς, τὸ κεφάλαιον εἰδέναι τῶν τῇδε ἀγαθῶν. Τὸ δὲ νῦν εἶναι, ἐπείγε τὸν κόθορνον, μείζω ἤ ὥστε νεανίᾳ καὶ ὅιῳ ἐμοὶ πρέπειν, περικεῖσθαι κινδυνεύω, ἐν μυριάνδρῳ ἐμαυτὸν θεάτρῳ καθίξας δόξω, εἰ σύγε τὴν δίαιταν τάυτην ἐπιτετραμμένος, καὶ τὴν τῶν ἄλθων νόμον ἐγχειρισθεὶς, κατὰ τά σοι δοκοῦντα τὴν ψῆφον φέροις, οἷς ἄν μόνος συ διαγινώσκοις ἀγαπήσων. οὐ μὴν οὐδ' ἕωλόν τινα ἔφεσιν ἀγωνιοῦμαι, οὐδὲ δικαιολογήσομαι, κἂν κἀμαρτῶν ἁλῶ, οὐδὲ, τὸ τῶν ὑπευθύνων ἐκεῖνο, λόγον τῶν τετολμημένων ὑφέξομαι· ὥσπερ οὐ πάνυ μοι μέλον, ει καὶ εὐτελῆ τινα, καὶ σεμνότετητος τραγικῆς ἄξιον, ἢ μεγαλόθρον ἔνι οὐδεν, ἢ μόνον ἥτε ἡλικία ἡμῶν, καὶ τὸ ἡδέως περὶ τὰ τοιαῦτα ἡμᾶς διακεῖσθαι, σοι διὰ σπουδῆς ᾖ· οὐ γὰρ τὸν Ευριπίδην ὅλον, ἢ καὶ τὸν τραγῳδὸν, νὴ τὸν Διόνυσον, τὸν σὸν καταπεπώκαμεν, οὐδὲ τὰ τοῦ Ὁμήρου, κατὰ τὸν Αισχύλον, τεμάχη, ἀπὸ στόματος εἴποιμεν, ὥστε ὑποδραματουργεῖν σοι. μάλιστα δὲ τοῦ θάρσους ἡμῖν, τότε τῆς ἀφορμῆς τὸ μέγα, καὶ τὸ τῆς ὑποθέσεως τὸ λαμπρὸν συλλαμβάνεται, καίπερ πολλάκις τῶν ἔργων τοὺς λόγους οἱουστδήποτε ὑπερφθεγγομένων, οὐ γὰρ κατὰ Μηδείας, ἢ Ἑκάβας, ἢ καὶ Ἄιαντας νὴ Δία μαστιγοφόρους τὸ πρᾶγμα, ἢ τὰς ἄλλας τερατείας,