Auriacus, sive libertas saucia(1602)–Daniël Heinsius– Auteursrechtvrij Vorige Volgende In Hispanum & Batavum. ΔΗμοβόρος κόσμου ποτ' ἐέλδετο παντὸς Ιβηρος Ισχανόων Κελτων, ἰσχανόων Λιγυρων. Οἶον ἑπάντα φόβησεν· ἐδείδιε πᾶσα δέ μιν χθῶν Ουρανιῄς ὅσση κεῖται ἐν ἀγκαλίσιν. Φλανδριακοὺς δὲ ἐμὸν ἔθνος ἀεικέα μήσατο ἔργα, Οὐδὲ πόνου λῆξις πὰρ μίη, οὐδὲ ἀλέη· Παισὶ κακὸν φρονέεσκε καὶ ἀνδράσι ῥέξε δὲ λίκην Νήπια καὶ ἁπαλὰς αἴσυλα παρθενικάς. [Folio B4v] [fol. B4v] Αἵματι δὲ ἡμετέρῳ ἰδίη ἐρύθρῃνεν ἄρουρα, Πάντα δὲ μόρμυρεν βένθεα, καὶ ποταμοί. Τοὺς δὲ μέτα κρατεροῖο καθιππεύεσκε Βαταύους, Νηυσὶν ἁλὸς ταμίην ἧσιν ἐποιχόμενος. Ωκεανὸς δ' ἑὰ τέκνα σαώσατο, μήδετο δ' ἐυθὺς Κύματα δειλαίῳ ἀμφιχέαι Βατάβῳ. Αὐτὰρ ὁβῆ πατέειν διερῳ ποδὶνωτα θαλάσσης, Ἐκ δ' ἔριν, ἐκ δ' αἰνοὺς φευγέμεν ἐχθοδοπούς. Ζεύγνυτο δ' ἅρμα θοὸν, ἀνεμοτρεφὲς, οἷο χαλινοὶ Πείσματα, τοί δ´ ἵπποι λαίφεα, καὶ ὀθόναι. Τῳ πίσυνος διὰ πόντον ἐλαυνέμεν ὦρτο καὶ ὕδωρ, Ωρτο δὲ καὶ ταχέων πρόσθε θέειν ἀνέμων. Μὰψ δ' ἀνέμων ταμίῃσιν Ιβηρ ἀνεμώλιος ἔτλη Μαρνάμενος δεινῳ ἀνπάαν πολέμῳ. Πολλὰ δὲ τοὺς ἀπέλεθρος Αρης ξυνέηκε μάχεσθαι Ὕδατος ἀρχαίης γῆς τ' ἐπὶ κοιρανίης. Κόσμου δ' ἀντιπάλαιο μόνος περίγεντο Βαταυος. Ανδρομέης ἤτοι ἐξεφάνη γενεῆς (Φῆς ὕπερ ἐν Πόντῳ, Πόντου δ' ὕπερερ ὄρμενος ἐν γῇ) Αντίβιος κεινος ἀμφίβιος Βαταβος. Vorige Volgende