Auriacus, sive libertas saucia(1602)–Daniël Heinsius– Auteursrechtvrij Vorige Volgende Εἰς τὸν Δαν. τοῦ Ἑινσίου Ἀυραϊκάρχην. Ἔρρετ' Ἰβηρομανεῖς, σφέτερον κακὸν ἀμφαγαπῶντες, Δίζυγα δουλοσύνην, σώματος ἠδὲ νόου. Αμμιν ἀλεξίκακον θεὸς ὤπασεν Ἡρακλῆα, Ἡνίοχον γλυκερῆς δέξιον ἐυπραγίας, Αυραϊκῆς ἀρχὸν, μέγαν ἰθυντῆρα Βαταύων, Ἱσπανῶν θάμβος, καὶ δέος Αυσονίων. Κεῖνον, ἐλευθερίης ταμίην, καὶ Βελγίδος ἄλκαρ, Δισσὸν δουλοσύνης ἄχθος ἀπωσάμενον: Μούσαις καὶ χάρισιν πεφιλημένον Ἕινσιος ἔρνος Ταῖς δ' ἱεραῖς γέρασεν μνημοσύνης σελίσιν, Ἄφθιτον ἀμφιέσας μεγαλήτορος Αὐραϊκάρχου, Ἄφθιτον ἀμφιέσας μεγαλήτορος Αὐραϊκάρχου, Ζωσι γὰρ ἐσσομένοισι τ' ἀγάκλυτος ἔσσεται αἰὲν Κείνου εὐεργεσίῃ, Ἑινσίου εὐεπίῃ. Bonaventura Vulcanius. Vorige Volgende