Briefwisseling van Hugo Grotius. Deel 9
(1973)–Hugo de Groot– Auteursrechtelijk beschermd3459. 1638 februari 16. Aan CyrillusGa naar voetnoot1.Παναγιωτάτῳ τῆς νέας ῥώμης ϰαὶ οἰϰουμενιϰῷ πατριάρχῃ Κυρίλλῳ. Πρὸ πολλῶν ἐτῶν ϰαὶ τὰς σῆς ἁγιωσύνης ἐπιστολὰς ἐν Ὀλλανδίᾳ ὢν ἀνέγϰων χριστιανὴν σοφίαν ϰαὶ ἀγάπην σταζούας. Καὶ ὕστερον πολλὰ περὶ τῶν αὐτῆς ϰαμάτων πρὸς τὴν τῶν ἐϰϰλησιῶν οἰϰοδόμην ἤϰουσα ϰαὶ τοῖζ αὐτῆς ϰαϰοῖς συνέπασχον ϰαὶ ταῖς αὐτῆς ἀναψύξεσι συνέχαιρον, μάλιστα δὲ ἠυφράνην, ὅταν ᾔνγελται ἡμῖν αὐτὴ εἰς τὸν σεβασμιώτατον θρόνον ἀνισταμένη εὒ εἰδῶς, ὅσα ᾖν ἀγαθὰ ἐϰ ταύτης τῆς ἀποϰαταστάσεως ἐλπίζειν. ῏Ην δὲ ϰαὶ ἐμοὶ φίλτατος ὁ νῦν ἐν Κυρίῳ τελευτήσας λαμπρότατος ἍγαςGa naar voetnoot2, τῆς σῆς ἁγιωσύνης ϰαὶ μαθητὴς ἐϰεῖ ϰαὶ ϰήρυξ πανταχοῦ. Οὐϰ ὀλίγον δὲ ϰαὶ ὁ ὁλλίγγιος μ᾽ ἔτερπε γράψας,ὃτι ϰαὶ τῶν ἐμῶν ἀπομνημονευμάτων τινὰ πρὸς τὰς σὰς ὁσιὰς χείρας διῆλθον ϰαὶ εὐμενοῦς πρὸς αὺτῆς ψηφίσματος ἔτυχον. Διὰ ταῦτα προθύμως ἀνήρπαξα τὴν πρόφασιν τοῦ πρὸς τὴν σὴν ἁγιωσύνην γράψαι διὰ τού ταύτην φέροντα (sic) ἐπιστολὴν Ἀλεξάνδρου ΒερρεῖδενGa naar voetnoot3, ὃς ἐϰ τῆς Λιβωνίας ἐστιν ἐπαρχίας τῇ τῶν Σουήδων βασιλείᾳGa naar voetnoot4, ᾗ ἐγὼ ὑπερετῶ ὑπηϰόου, πόλλα δὲ συνωμίλησεν ἐπισϰόποις ϰαὶ ἀρχιμανδρίταις τῆς σῆς συνάξεως μετόχοις. Δέομαι δὲ τῆς σῆς ἁγιωσύνης πρῶτον μὲν ἐμοῦ μεμνῆσθαι ἐν ταῖς πρὸς Θεὸν προσευχαῖς, εἶτα δὲ τῷ ταῦτα βαστασοντι τὰ γράμματα ἐν πᾶσι ϰαλοῖς ϰαὶ τῇ χριστιανῶν πανηγύρει ὠφελίμοις συλλαμβάνεσθαι. ὁ ἀρχιποίμην τῆς ἐϰϰλησίας τὴν σὴν ἁγιωσύνην φυλαττοι. Ἔγραψα ἐν τῆ Φραγγιας βασιλίδι πόλει Παρισιος τῇ 16(?) τοῦ Φεβρουαρίου τοῦ ἔτους ἀπὸ τῆς τοῦ Κυρίου ἡμῶν ἐνσαρϰώσεως. αχλη. Τῆς σῆς ἁγιωσύνης
|
|